Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.161 Joseph. BJ 4.166 (English) >>Joseph. BJ 4.173

4.164ἀλλὰ περικείμενος τὴν ἀρχιερατικὴν ἐσθῆτα καὶ τὸ τιμιώτατον καλούμενος τῶν σεβασμίων ὀνομάτων, ζῶ καὶ φιλοψυχῶ, μηδʼ ὑπὲρ τοὐμοῦ γήρως ὑπομένων εὐκλεῆ θάνατονεἰ δεῖ μὴ

-- --

μόνος εἰμὶ καὶ καθάπερ ἐν ἐρημίᾳ τὴν ἐμαυτοῦ ψυχὴν ἐπιδώσω μόνην ὑπὲρ τοῦ θεοῦ. 4.165τί γὰρ καὶ δεῖ ζῆν ἐν δήμῳ συμφορῶν ἀναισθητοῦντι καὶ παρʼ οἷς ἀπόλωλεν τῶν ἐν χερσὶ παθῶν ἀντίληψις; ἁρπαζόμενοι γοῦν ἀνέχεσθε καὶ τυπτόμενοι σιωπᾶτε, καὶ τοῖς φονευομένοις οὐδʼ ἐπιστένει τις ἀναφανδόν. 4.166 τῆς πικρᾶς τυραννίδος. τί δὲ μέμφομαι τοὺς τυράννους; μὴ γὰρ οὐκ ἐτράφησαν ὑφʼ ὑμῶν καὶ τῆς ὑμετέρας ἀνεξικακίας; 4.167μὴ γὰρ οὐχ ὑμεῖς περιιδόντες τοὺς πρώτους συνισταμένους, ἔτι δʼ ἦσαν ὀλίγοι, πλείους ἐποιήσατε τῇ σιωπῇ καὶ καθοπλιζομένων ἠρεμοῦντες καθʼ ἑαυτῶν ἐπεστρέψατε τὰ ὅπλα, 4.168δέον τὰς πρώτας αὐτῶν ἐπικόπτειν ὁρμάς, ὅτε λοιδορίαις καθήπτοντο τῶν συγγενῶν, ὑμεῖς δὲ ἀμελήσαντες ἐφʼ ἁρπαγὰς παρωξύνατε τοὺς ἀλιτηρίους, καὶ πορθουμένων οἴκων λόγος ἦν οὐδείς· τοιγαροῦν αὐτοὺς ἥρπαζον τοὺς δεσπότας, καὶ συρομένοις διὰ μέσης τῆς πόλεως οὐδεὶς ἐπήμυνεν. 4.169οἱ δὲ καὶ δεσμοῖς ᾐκίσαντο τοὺς ὑφʼ ὑμῶν προδοθέντας, ἐῶ λέγειν πόσους καὶ ποδαπούς· ἀλλʼ ἀκαταιτιάτοις ἀκρίτοις οὐδεὶς ἐβοήθησε τοῖς δεδεμένοις. 4.170ἀκόλουθον ἦν ἐπιδεῖν τοὺς αὐτοὺς φονευομένους. ἐπείδομεν καὶ τοῦτο καθάπερ ἐξ ἀγέλης ζῴων ἀλόγων ἑλκομένου τοῦ κρατιστεύοντος ἀεὶ θύματος, οὐδὲ φωνήν τις ἀφῆκεν οὐχ ὅπως ἐκίνησε τὴν δεξιάν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.161 Joseph. BJ 4.166 (English) >>Joseph. BJ 4.173

Powered by PhiloLogic